Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.16.5 | Hdt. 9.17.3 (English) | >>Hdt. 9.18.2 |
9.17.1
Μαρδονίου δὲ ἐν τῇ Βοιωτίῃ στρατοπεδευομένου οἱ μὲν ἄλλοι παρείχοντο ἅπαντες στρατιὴν καὶ συνεσέβαλον ἐς Ἀθήνας , ὅσοι περ ἐμήδιζον Ἑλλήνων τῶν ταύτῃ οἰκημένων , μοῦνοι δὲ Φωκέες οὐ συνεσέβαλον (ἐμήδιζον γὰρ δὴ σφόδρα καὶ οὗτοι ) οὐκ ἑκόντες ἀλλʼ ὑπʼ ἀναγκαίης .
9.17.2 ἡμέρῃσι δὲ οὐ πολλῇσι μετὰ τὴν ἄπιξιν τὴν ἐς Θήβας ὕστερον ἦλθον αὐτῶν ὁπλῖται χίλιοι , ἦγε δὲ αὐτοὺς Ἁρμοκύδης ἀνὴρ τῶν ἀστῶν δοκιμώτατος . ἐπεὶ δὲ ἀπίκατο καὶ οὗτοι ἐς Θήβας , πέμψας ὁ Μαρδόνιος ἱππέας ἐκέλευσε σφέας ἐπʼ ἑωυτῶν ἐν τῷ πεδίῳ ἵζεσθαι .
9.17.3 ἐπεὶ δὲ ἐποίησαν ταῦτα , αὐτίκα παρῆν ἵππος ἡ ἅπασα . μετὰ δὲ ταῦτα διεξῆλθε μὲν διὰ τοῦ στρατοπέδου τοῦ Ἑλληνικοῦ τοῦ μετὰ Μήδων ἐόντος φήμη ὡς κατακοντιεῖ σφεας , διεξῆλθε δὲ διʼ αὐτῶν Φωκέων τὠυτὸ τοῦτο .
9.17.4 ἔνθα δή σφι ὁ στρατηγὸς Ἁρμοκύδης παραίνεε λέγων τοιάδε · “ὦ Φωκέες , πρόδηλα γὰρ ὅτι ἡμέας οὗτοι οἱ ἄνθρωποι μέλλουσι προόπτῳ θανάτῳ δώσειν , διαβεβλημένους ὑπὸ Θεσσαλῶν , ὡς ἐγὼ εἰκάζω · νῦν ἄνδρα πάντα τινὰ ὑμέων χρεόν ἐστι γενέσθαι ἀγαθόν · κρέσσον γὰρ ποιεῦντάς τι καὶ ἀμυνομένους τελευτῆσαι τὸν αἰῶνα ἤ περ παρέχοντας διαφθαρῆναι αἰσχίστῳ μόρῳ . ἀλλὰ μαθέτω τις αὐτῶν ὅτι ἐόντες βάρβαροι ἐπʼ Ἕλλησι ἀνδράσι φόνον ἔρραψαν .”
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.16.5 | Hdt. 9.17.3 (English) | >>Hdt. 9.18.2 |